Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 1

51 ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν ὅν φησι Ποσειδώνιος κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν οἶνον γίνεσθαι ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος· Χῖος καὶ Θάσιος ἠθημένος. καὶ Ἀντίδοτος δέ Θάσιον ἔγχει ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν, ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται· Ἀσκληπιὸς κατέβρεξε οἶνος Λέσβιος, ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ, φησὶ Κλέαρχος. Λεσβίου πώματος οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν, φησὶν Ἄλεξις. Θασίοις καὶ Λεσβίοις οἰναρίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος καὶ νωγαλίζει. ὁ αὐτός· ἡδὺς γ’ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν. Ἔφιππος· φιλῶ γε πράμνιον οἶνον Λέσβιον. . . . . πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται ἄγαν. Ἀντιφάνης· πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ, οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα, ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς. Εὔβουλος· Θάσιον ἢ Χῖον λαβὼν ἢ Λέσβιον γέροντα νεκταροσταγῆ. μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου· οἶνον γάρ με Ψίθιον γεύσας ἡδὺν ἄκρατον, διψῶντα λαβὼν ὄξει παίει πρὸς τὰ στήθη. καὶ Ἀναξανδρίδης· χοῦς κεκραμένος ψιθίου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi