Kitap 1
53
φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος (II 263 K)· κάρυα, ῥοίας, φοίνικας, ἕτερα νώγαλα, σταμνάριά τ’ οἴνου μικρὰ τοῦ φοινικίνου. καὶ πάλιν (p. 255, 8)· φοινικίνου βῖκός τις ὑπανεῴγνυτο. μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει (II 3, 14). Μενδαίου δὲ Κρατῖνος (I 69 K)· νῦν δ’ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει· ‘οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός· ἆρ’ οἴσει τρία;’ Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον (I 249 K)· Μενδαίῳ ... μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή, τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον τῶν ἄλλων οἴνων μετ’ ἀμύμονα Χῖον ἄλυπον. ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι, οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου· ὀσμὴ θεσπεσία κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ, τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ Πεπαρήθου· φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος (FHG II 301) Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ· διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.
54
ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ’ εἰς ἄρτον, Μυοῦντα δ’ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ, δοὺς τὰ πρότερον ὑπάρχοντα καὶ εἰς στολὴν Γάμβρειον προσθεὶς ἐφ’ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται. καὶ Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς (FHG IV 289), Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, Τίον, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην. ‘ὃ δ’ εἰς ὕβριν, φησί, καὶ ἄνοιαν προελθὼν τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος στρατιὰν συναγαγών. καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ’ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.’ — τιμᾶται δὲ παρὰ Λαμψακηνοῖς ὁ Πρίηπος ὁ αὐτὸς ὢν τῷ Διονύσῳ, ἐξ ἐπιθέτου καλούμενος οὕτως, ὡς Θρίαμβος καὶ Διθύραμβος.