Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 1

54 ὅτι Μιτυληναῖοι τὸν παρ’ αὑτοῖς γλυκὺν οἶνον πρόδρομον καλοῦσι, ἄλλοι δὲ πρότροπον ἢ πρόδρομον.
55 θαυμάζεται δὲ καὶ ὁ Ἰκάριος οἶνος, ὡς Ἄμφος (II 248 K)· ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί, Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι. γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδης (FHG IV 404), ὁ πράμνιος. ἐστὶ δὲ οὗτος γένος τι οἴνου. καί ἐστιν οὗτος οὔτε γλυκὺς οὔτε παχύς, ἀλλ’ αὐστηρὸς καὶ σκληρὸς καὶ δύναμιν ἔχων διαφέρουσαν· οἵῳ Ἀριστοφάνης οὐχ ἥδεσθαι Ἀθηναίους φησί (fr. 579 K) λέγων τὸν Ἀθηναίων δῆμον οὔτε ποιηταῖς ἥδεσθαι σκληροῖς καὶ ἀστεμφέσιν οὔτε πραμνίοις σκληροῖσιν οἴνοις συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν, ἀλλ’ ἀνθοσμίᾳ καὶ πέπονι νεκταροσταγεῖ. εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος (FHG IV 493) Πράμνιον πέτραν καὶ παρ’ αὐτῇ ὄρος μέγα, ἀφ’ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχινάδες ἀπὸ τῶν ἐχίνων καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν καὶ Λαγοῦσσαι νῆσοι ἀπὸ τῶν ἐν αὐταῖς λαγωῶν καὶ ἕτεραι Φυκοῦσσαι καὶ Λοπαδοῦσσαι ἀπὸ τῶν παραπλησίων. προσαγορεύεται δέ, φησὶν Ἐπαρχίδης (l. s), ἡ ἄμπελος ἡ τὸν Ἰκάριον πράμνιον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοαίων Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί. Δίδυμος δὲ (p. 77 Schm) πράμνιόν φησιν οἶνον ἀπὸ πραμνίας ἀμπέλου οὕτω καλουμένης, οἳ δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ καθόλου τὸν πρὸς παραμονὴν ἐπιτήδειον οἱονεὶ παραμόνιον ὄντα· οἳ δὲ τὸν πραύνοντα τὸ μένος, ἐπεὶ οἱ πιόντες προσηνεῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi