Kitap 1
8
ὅτι Ἀρτεμίδωρος ὁ Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων ὁ κωμῳδιοποιὸς μέμνηται (I 646 K)· ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ἐρημίᾳ τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς ἐμαυτόν. Β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί; Α. Φιλοξένου καινή τις ὀψαρτυσία. Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. Α. ἄκουε δή. ‘ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον.’ Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως. Α. ‘βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν᾽ ἄνειμι.’ εἶτα μετὰ μικρόν· οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι. καὶ μετ’ ὀλίγα· ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ, ἀλλ’ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δ᾽, ἂν πιλήσῃς κατὰ καιρόν, ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων· ἢν ὀπταὶ δὲ δύ’ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω. τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι· παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ. σκορπίος αὖ — Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.