Kitap 10
1
Ἀλλ’ ὥσπερ δείπνου γλαφυροῦ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρέχειν τοῖς θεαταῖς τὸν σοφόν, ἵν’ ἀπίῃ τις τοῦτο φαγὼν καὶ πιών, ὅπερ λαβὼν χαίρει τις, καὶ σκευασία μὴ μί’ ᾖ τῆς μουσικῆς, Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ (p. 604 N), ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος. ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων (p. 223 L)· πρῶτον μὲν αἴ κ’ ἔσθοντ’ ἴδοις νιν ἀποθάνοις. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ’ ἁ γνάθος, ψοφεῖ δ’ ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα. Ἴων δ’ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει (p. 571 N)· ὑπὸ δὲ τῆς εὐφημίας κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας. παρὰ Πινδάρου δὲ τοῦτ’ εἴληφεν εἰπόντος (fr. 168 B)· ‘διαβοῶν θερμὰ δ’ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ’ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ᾽ ὑπνόων τε σώματα. καὶ τότ’ ἐγὼ σαρκῶν τ’ ἐνοπὰν ἠδ’ ὀστέων στεναγμὸν βαρὺν ην ἰδόντα διακρῖναι πολλὸς ἐν καιρῷ χρόνος.’ τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.
2
εἰσάγεται δὲ ὁ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων ἐκείνου προκαλεσαμένου, καὶ νενίκηκεν. Ζηνόδοτος δ’ ἐν δευτέρῳ Ἐπιτομῶν Καύκωνός φησι τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γενέσθαι τὸν Λεπρέα, ὃν τὸν Ἡρακλέα κελεῦσαι δεθῆναι, ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δ’ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς τὸν Λεπρέα. καὶ μετὰ ταῦτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλήσει καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δ’ ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ τοῦ Λεπρέως, καὶ πάλιν νικηθῆναι. τὰ αὐτὰ ἱστορεῖ καὶ ὁ Χῖος ῥήτωρ Καύκαλος, ὁ Θεοπόμπου τοῦ ἱστοριογράφου ἀδελφός, ἐν τῷ τοῦ Ἡρακλέους ἐγκωμίῳ.