Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

12 καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί· τῶν Φαρσαλίων ἥκει τις ἵνα καὶ τὰς τραπέζας καταφάγῃ; β. οὐδεὶς πάρεστιν. α. εὖ γε δρῶντες. ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν; ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ· ἔπη τριπήχη Θετταλικῶς τετμημένα. τοῦτο δ’ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. φιλέταιρος δ’ ἐν Λαμπαδηφόροις· καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις· ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος μύων ξυνέπλαττε Θετταλικὴν τιν’ ἔνθεσιν. ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς· τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν; β. τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα; οἷον τὰ ἁμαξιαῖα· Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις· ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια. β. τί λέγεις; καπάνας; πῶς; α. καπάνας Θετταλοὶ πάντες καλοῦσι τὰς ἀπήνας. β. μανθάνω.
13 Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν εἶναι κυλλήστιας ἐσθίοντας, τὰς δὲ κριθὰς εἰς ποτὸν καταλέοντας. διὰ ταῦτα καὶ Ἄλεξῖνος ἐν τῷ περὶ αὐταρκείας ἔφη μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δ’ ὁ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων ὁ Ἰασεὺς ἐν τῷ περὶ Πυθαγορείου βίου. οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ ὁ ἀριθμητικὸς καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθογωνίου ἡ τὴν ὀρθὴν γωνίαν· ὑποτείνουσα τείνουσα ἴσον δύναται ταῖς περιεχούσαις· ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα, κλεινὸς ἐφ᾽· ᾧ κλεινὴν ἤγαγε βουθυσίην. ἦν δὲ καὶ ὀλιγοπότης ὁ Πυθαγόρας καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δ’ ἱστορεῖται καὶ περὶ Ἀριστείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν. Μάνιος δὲ Κούριος ὁ Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. ἱστορεῖ δὲ ταῦτα Μεγακλῆς ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi