Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

16 Ἀρκεσίλαος δ’ ἑστιῶν τινας, καὶ ἐλλιπόντων τῶν ἄρτων νεύσαντος τοῦ παιδὸς ὡς οὐκ ἔτ’ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσας οἷόν τι, ἔφη, τὸ συμπόσιόν ἐστιν ἡμῶν, ἄνδρες φίλοι· ἄρτους ἐπιλελήσμεθ’ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ. καὶ τοῦτ’ ἔλεγεν αὐτὸς γελῶν καὶ τῶν παρόντων δ’ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ πλείων ἐνέπεσεν καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ ὁ Ἀρκεσίλαος Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπειδὴ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττεν, τὰ δ’ ἐξέχει, καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη· ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ’ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδεικεσ- σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα. ταῦτα δ’ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς παρόντας ὡς εὐθυμίας πληροῦσθαι.
17 οἱ δὲ νῦν συνάγοντες ἐπὶ τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον κλαίουσι δ’ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν, καὶ οὐχ οἷον οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος ὁ θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν, γελοῖον γάρ ἐστιν αὐτὸν τὸν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις, καὶ τοῖς δειπνοῦσι δ’ ἂν εἴποι ὁ τοιοῦτος· νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. τῷ γὰρ τοιούτῳ ὁ οἶκος ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. τούτων λεχθέντων ἔφη τις τῶν παρόντων·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi