Kitap 10
16
Ἀρκεσίλαος δ’ ἑστιῶν τινας, καὶ ἐλλιπόντων τῶν ἄρτων νεύσαντος τοῦ παιδὸς ὡς οὐκ ἔτ’ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσας ‘οἷόν τι, ἔφη, τὸ συμπόσιόν ἐστιν ἡμῶν, ἄνδρες φίλοι· ἄρτους ἐπιλελήσμεθ’ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ.’ καὶ τοῦτ’ ἔλεγεν αὐτὸς γελῶν· καὶ τῶν παρόντων δ᾽ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ πλείων ἐνέπεσεν καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ ὁ Ἀρκεσίλαος Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπειδὴ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττεν, τὰ δ’ ἐξέχει, καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη· ‘ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ’ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδεικες· σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα.’ ταῦτα δ’ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς παρόντας ὡς εὐθυμίας πληροῦσθαι.