Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

17 παραιτητέον εἰς ταῦτ’ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ῾δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν,᾽ ὡς Ἄμφις φησὶν ἐν Πανί, οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων φιλεῖ γὰρ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν σκῶψιν , ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ. τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ’ ἂν δ’ εἴπῃς ἅπαξ, εὐθὺς ἀντήκουσας ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. β. ταῦτα γὰρ κατὰ φύσιν πέφυκεν οὕτως· καὶ τί μάντεως ἔδει;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi