Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

18 καὶ Μνησίμαχος δὲ ἐν Φιλίππῳ διὰ τὸν ὑπερβάλλοντα κόρον ἐν τοῖς δείπνοις παράγει τι συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον καὶ ὡς ἀληθῶς κατὰ τὸν χαριέστατον Ξενοφῶντα (Hell. 3, 4, 17) πολέμου ἐργαστήριον. λέγει δ’ οὕτως (II 441 K)· ἆρ’ οἶσθα σύ ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον, οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα, ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν; ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότ᾽, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας καὶ τόξα, καταπέλταισι δ’ ἐστεφανώμεθα. καὶ ὁ Κολοφώνιος δὲ Φοῖνιξ φησίν (fr. 3 B)· Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή, κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες, ἵπποι δ’ ἄκρητος κἀλαλὴ ‘μύρον χεῖτε’. ἐν δὲ τῷ Παρασίτῳ Ἄλεξις περὶ πολυφάγου τινὸς διαλεγόμενός φησι (II 364 K)· καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι Παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει. δειπνεῖ δ’ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι’ εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ. χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις. Δίφιλος δ’ ἐν Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν (II 556 K)· ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον, τονδὶ δὲ ναστὸν Ἀστίωνος μείζονα ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα; διὸ καλῶς ἔλεγεν ὁ Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλ’ ἀπὸ τοῦ φρονεῖν. ὁ δ’ Εὐριπίδης φησί (fr. 212 N)· φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα, ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης. Αἰσχύλος τ’ ἐν Φινεῖ (fr. 253 N)· καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ. ἐν Σθενεβοίᾳ δ’ ὁ Εὐριπίδης περὶ εὐτελείας λέγων (fr. 672)· βίος δὲ πορφυροῦς θαλάσσιος, οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι. ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi