Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

19 μέγα γὰρ ἀνθρώποις κακὸν ἡ γαστήρ, περὶ ἧς φησιν Ἄλεξις ἐν Συναποθνῄσκουσι· μάθοις τ’ ἂν οἷον ἀνθρώποις κακὸν ἐστιν ἡ γαστήρ, διδάσκει δ’ οἷ’ ἀναγκάζει θ’ ὅσα. εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὔτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔτ’ ὑβρίζοι τἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ. Δίφιλος δ’ ἐν Παρασίτῳ· εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης, νικᾷ δὲ ᾽ χρεία μ’ ἡ ταλαίπωρός τέ μου γαστήρ. ταλαιπωρότερον οὐδέν ἐστι γὰρ τῆς γαστρός· ι εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσ’ ἂν οὐχ ἕτερον εἰς ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει ἀπανθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται. καὶ Κράτης δ’ ὁ κυνικός, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· ῾εἴθε γάρ᾽ ἔφη, ῾τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.᾽ Στίλπων δ’ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ· ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτι ῾φιλόσοφος ὤν, ὦ Στίλπων, παραβαίνεις τὰ νόμιμα;᾽ καὶ τὸν δοκεῖν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους· ῾σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι.᾽
20 ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi