Kitap 10
21
‘τοῖς οὖν θεοῖς’ κατὰ τὸν Πλάτωνα, ὡς ἐν Φιλήβῳ φησίν (p. 61 bc), ‘εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴθ’ Ἥφαιστος εἴθ’ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶν παρεστᾶσιν κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος· ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι.’ ὥρα οὖν πίνειν ἡμῖν ἐστι, καὶ τῶν παίδων τις ἐκ τοῦ κυλικείου τῶν ποτηρίων παραφερέτω· ὁρῶ γὰρ πλῆθος καλῶν καὶ ποικίλων ἐκπωμάτων.’ δοθέντος οὖν ποτηρίου μεγάλου ἔφη· ‘ἀλλ’ ἀκρατέστερόν μοι, ὦ παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν Ἀντιφάνην, ὃς ἐν Διδύμοις φησί (II 44 K)· τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών. ἐνεχεάμην ἄκρατον· ‘ἔγχει, παιδίον, κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους· ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν.’ ἐμοὶ οὖν, ὦ παῖ, ζωρότερον κέραιρε· οὔπω γὰρ λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ ὁ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων.