Kitap 10
25
τοσαύτη δ’ ἦν ἡ τῶν παλαιοτέρων τρυφὴ περὶ τὰς πολυτελείας ὥστε μὴ μόνον οἰνοχόους ἔχειν, ἀλλὰ καὶ οἰνόπτας. ἀρχὴ γοῦν ἐστιν οἱ οἰνόπται παρὰ Ἀθηναίοις, ἧς μνημονεύει ἐν ταῖς Πόλεσιν Εὔπολις ἐν τούτοις· οὓς δ’ οὐκ ἂν εἵλεσθ’ οὐδ’ ἂν οἰνόπτας πρὸ τοῦ, νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις, πόλις, ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς. οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατ’ ἴσον πίνουσιν οἱ συνόντες. καὶ ἦν ἡ ἀρχὴ εὐτελής, ὡς ὁ ῥήτωρ φησὶ Φιλῖνος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ· καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. ἐκάλουν δέ τινες τούτους καὶ ὀφθαλμούς. παρὰ δὲ Ἐφεσίοις οἱ οἰνοχοοῦντες ᾔθεοι τῇ τοῦ Ποσειδῶνος ἑορτῇ ταῦροι ἐκαλοῦντο, ὡς Ἀμερίας φησί. Ἑλλησπόντιοι δ’ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεωδαισίαν, ὥς φησι Δημήτριος ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου, τοῖς δὲ θεοῖς οἰνοχοοῦσάν τινες ἱστοροῦσι τὴν Ἁρμονίαν, ὡς Καπίτων ἱστορεῖ ὁ ἐποποιός, Ἀλεξανδρεὺς δὲ γένος, ἐν δευτέρῳ Ἐρωτικῶν. Ἀλκαῖος δὲ καὶ τὸν Ἑρμῆν εἰσάγει αὐτῶν οἰνοχόον, ὡς καὶ Σαπφὼ λέγουσα· κῆ δ’ ἀμβροσίας μὲν κρατὴρ ἐκέκρατο, Ἑρμᾶς δ’ ἕλεν ὄλπιν θεοῖς οἰνοχοῆσαι.
26
οἱ δὲ παλαιοὶ τοὺς πρὸς ταῖς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν. Ὅμηρος· κήρυκες δ’ ἀνὰ ἄστυ φέρον θεῶν ὅρκια πιστά, ἄρνε δύω καὶ οἶνον ἐύφρονα, καρπὸν ἀρούρης, ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα. καὶ πάλιν· ἀτὰρ κήρυκες ἀγαυοὶ ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, Κλείδημος δὲ τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ τὴν Ἥβην δέ τινες ἀνέπλασαν οἰνοχοοῦσαν αὐτοῖς, ἴσως διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ συμπόσια. Κλεινοῦς δὲ τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως, ἐπίκλην δὲ Φιλαδέλφου, μνημονεύει Πτολεμαῖος ὁ τοῦ Ἀγησάρχου ἐν τῇ τρίτῃ τῶν περὶ Φιλοπάτορα ἱστοριῶν. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν καὶ ἀνδριάντας αὐτῆς ἐν Ἀλεξανδρείᾳ ἑστάναι φησὶ κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνας, ῥυτὸν κρατοῦντας ἐν ταῖς χερσίν.