Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

27 ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριον ὁ Οὐλπιανὸς ἔφη·
27 τήνδ’ ἐγὼ μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι πίστωμα φιλίας συγγενέσι. πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα· πιὼν ἐρῶ τὰ λοιπά, πνίγομαι γάρ. β. ἀλλ’ ἐπιρρόφει.
27 καὶ ὁ Οὐλπιανὸς ἐκπιὼν ἔφη·
27 ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ. ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι · ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς. καί· πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ’ ἐγὼ δώσω πιεῖν ἀμυγδαλῆ μὲν παιζέτω παρ’ ἀμυγδαλῆν. ταῦτα δ’ ἔφη Ξέναρχος ἐν Διδύμοις.
27 αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι· τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ; καὶ Κρατῖνος ἐν Πυτίνῃ· τὸν δ’ ἴσον ἴσῳ φέροντ’· ἐγὼ δ’ ἐκτήκομαι, ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς ἀρχαίοις.
28 καί τινος εἰπόντος ὅτι Μένανδρος ἐν Ἥρωι ἔφη· χοῦς κεκραμένου οἴνου· λαβὼν ἔκπιθι τοῦτον, ὁ Δημόκριτος ἔφη·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi