Kitap 10
29
παρὰ δὲ Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος· ἄγε δὴ φέρ’ ἡμίν, ὦ παῖ, κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ’ ἐγχέας ὕδατος, τὰ πέντε δ’ οἴνου κυάθους, ὡς ἀνυβρίστως ἀνὰ δηὖτε βασσαρήσω. καὶ προελθὼν τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν ἄγε δηὖτε, μηκέθ’ οὕτω πατάγῳ τε κἀλαλητῷ Σκυθικὴν πόσιν παρ’ οἴνῳ μελετῶμεν, ἀλλὰ καλοῖσ᾽ ὑποπίνοντες ἐν ὕμνοις. καὶ Λακεδαιμόνιοι δ᾽, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ, Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ’ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει· ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. ὅθεν ὅταν βούλωνται πιεῖν ἀκρατέστερον, ἐπισκύθισον λέγουσιν.᾽ Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας· μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς; β. ἀλλ’ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις. α. καλῶς μὲν οὖν ἄγειν Σκύθῃ πιεῖν. ἦσαν
30
δ’ αἱ τῶν ἀκροατῶν ἐπιχύσεις, ὥς φησι Θεόφραστος ἐν τῷ περὶ μέθης, οὐ παλαιαί· ἀλλ’ ἦν ἀπ’ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου Σικελικοῦ, καθάπερ καὶ Ἀνακρέων ὁ Τήιος πεποίηκε· Σικελὸν κότταβον ἀγκύλῃ λατάζων. διὸ καὶ τὰ σκολιὰ καλούμενα μέλη τῶν ἀρχαίων ποιητῶν πλήρη ἐστί· λέγω δ’ οἷον καὶ Πίνδαρος πεποίηκε χάριτάς τ’ ι Ἀφροδισίων ἐρώτων, ὄφρα σὺν Χειμάρῳ τε μεθύω Ἀγάθωνι τ’ ἰάλω κότταβον. τοῖς δὲ τετελευτηκόσι τῶν φίλων ἀπένεμον τὰ πίπτοντα τῆς τροφῆς ἀπὸ τῶν τραπεζῶν διὸ καὶ Εὐριπίδης περὶ τῆς Σθενεβοίας φησίν, ἐπειδὴ νομίζει τὸν Βελλεροφόντην τεθνάναι· πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός, ἀλλ’ εὐθὺς αὐδᾷ ᾽ τῷ Κορινθίῳ ξένῳ.᾽