Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

32 διὸ καὶ Ἡσίοδος ἐν ταῖς Ἠοίαις εἶπεν οἷα Διώνυσος δῶκ’ ἀνδράσι χάρμα καὶ ἄχθος, ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος, σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε δεσμοῖς ἀφράστοισι· φιλεῖ δὲ ἑ μαλθακὸς ὕπνος. καὶ Θέογνις δέ φησιν ἥξω δ’ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι, οὔτε τι νήφων εἴμ’ οὔτε λίαν μεθύων. ὃς δ’ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτ’ ἐκεῖνος τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου· μυθεῖται δ’ ἀπάλαμνα τὰ νήφοσι γίγνεται αἰσχρά· αἰδεῖται δ’ ἔρδων οὐδὲν ὅταν μεθύῃ, τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος, ἀλλὰ σὺ ταῦτα γινώσκων μὴ πῖν’ οἶνον ὑπερβολάδην, πρὶν μεθύειν ἄρξῃ δ᾽, ἀπανίστασο—μή σε βιάσθω γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον. Ἀνάχαρσίς τε ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ’ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν. οὐ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi