Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

40 ἔπινον πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς ὁ Δελφὸς Ἡγήσανδρος φησίν. Ἐπίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστοριῶν ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἐπηλφίτωσε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς ἐποίησε λέγοντα· ἐπ’ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ’ εὐτελές, σεμνὸν δύναται τοῦθ’ ἡ δύναμις ἡ ᾽μὴ ποιεῖν. ᾽ γέροντα Θάσιον τόν τε γῆς ἀπ’ ᾽ Ἀτθίδος ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου, Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν, κατῃσίμωσα πῶμα, καύματος λύσιν. ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν Θηράσι ταῖς νήσοις ἐπιπάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi