Kitap 10
42
φίλοινος δ’ ἐστὶν ὁ πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ ὁ πρὸς πότους, κωθωνιστὴς δὲ ὁ μέχρι μέθης, πλεῖστον δὲ ἔπινε τῶν μὲν ἡρώων Νέστωρ ὁ τριγέρων· φανερῶς γὰρ αὐτὸς προσέκειτο τῶν ἄλλων μᾶλλον τῷ οἴνῳ καὶ τοῦ Ἀγαμέμνονος αὐτοῦ, ὃν ὡς πολυπότην ἐπιπλήσσει ὁ Ἀχιλλεύς. ὁ δὲ Νέστωρ καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπέχεται τοῦ πίνειν. φησὶ γοῦν Ὅμηρος· Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης. καὶ μόνου σὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γάρ μετ’ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης ἧς φησιν ὁ Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος, οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεως κατὰ τὸν Ἀντιφάνους Καινέα, ἐν ᾧ λέγεται οὕτως· εἶτ’ ἤδη δὸς φιάλην Ἄρεως, κατὰ Τιμόθεον, ξυστόν τε βέλος. ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν ὁ Νέστωρ καὶ παρἈχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι, οὐχ ὅτι ἀκονιτὶ τῷ νικηθέντι ἔδωκε δέπας ὁ Ἀχιλλεύς τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον ἢ ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. ὁ δὲ Εὔμηλος λαμβάνει θώρακα δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.
43
τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ὁ ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ ὁ Σοφοκλῆς φησι· διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ οὐκ ἂν πλέον τέρψειας ἢ ᾽μπιεῖν διδούς. καὶ ὁ Ἀρχίλοχος · μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν, ὣς ἐρέω. καὶ τῶν τραγικῶν δέ τις ἔφη· ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου, καὶ Ἀνακρέων; φίλη γὰρ εἶς ξείνοις· ἔασον δέ με διψῶντα πιεῖν. καὶ Ξενοφῶν δ’ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα· ᾽ ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι.᾽ Πλάτων δ’ ἐν τῇ Πολιτείᾳ· ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ.