Kitap 10
6
ταῦτ’ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῇσ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, εἴτε τὸ· δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν, ἀστοῖσὶν κ’ εἴη κυδρότερος προσορᾶν καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο καί κεν σῖτ’ εἴη δημοσίων κτεάνων ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη· εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι, οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη. ἀλλ’ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης. οὔτε γὰρ εἰ πύκτης ἀγαθῆς λαοῖσι μετείη οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην, οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον ῥώμης ὅσσ’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη. σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ, εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ’ ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως. πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. καὶ ὁ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς περὶ τῆς εὐεξίας τῶν ἀθλητῶν διηγούμενός φησι γυμνοὶ γὰρ ὀσφύν, φαιδίμους βραχίονας ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας· ἄδην δ’ ἐλαίου στέρνα κἀσπίδων κύτος χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.