Kitap 10
68
δ’ ἡμετέρῳ χορῷ οἶνος φίλος ὃν πόρε· θυρσοφόρος μέγα πρεσβεύων Διόνυσος φησὶν Ἴων ὁ Χῖος ἐν τοῖς ἐλεγείοις· αὕτη γὰρ πρόφασις παντοδαπῶν ὀάρων· αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων, ἐξ οὗ βοτρυόεσσ’ οἰνὰς ὑποχθόνιον πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει αἰθέρος· ὀφθαλμῶν δ’ ἐξέθορον πυκινοὶ παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ’ ἄλλῳ, πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές, τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε· τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν. τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι, χαῖρε, δίδου δ’ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων, πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. Ἄμφις δ’ ἐν Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν καὶ θερμόν.
69
μέλλοντος δέ τι τούτοις προστιθέναι τοῦ Οὐλπιανοῦ ὁ Αἰμιλιανὸς ἔφη· ὥρα ἡμῖν, ἄνδρες φίλοι, ζητεῖν τι καὶ περὶ γρίφων, ἵνα τι κἂν βραχὺ διαστῶμεν ἀπὸ τῶν ποτηρίων, οὐ κατὰ τὴν Καλλίου τοῦ Ἀθηναίου ἐπιγραφομένην γραμματικὴν τραγῳδίαν. ἀλλ’ ἡμεῖς ζητήσωμεν πρότερον μέν τίς ὁ ὅρος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη ἡ Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν—ἱκανῶς γὰρ εἴρηκε περὶ αὐτῶν ὁ ἑταῖρος ἡμῶν Διότιμος ὁ Ὀλυμπηνός, ἀλλὰ πῶς οἱ κωμῳδιοποιοὶ αὐτῶν μέμνηνται, καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες.