Kitap 10
70
περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ ἢ Γάστρωνί φησιν ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς, λέγοντας οὐδὲν ὁπότε προστάξαι τέ τις εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει, ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δ’ ἕνεκα, νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι ἀληθὲς ἦν φέρομεν γὰρ ἄνθρωποι δέκα ἔρανὸν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν οὐδείς, σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει, τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα ὁ Φίλιππος ἦν ἄρ’ εὐτυχής τις, νὴ Δία. ἐν δὲ Ἀφροδισίῳ, πότερ᾽. ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα, τακεροχρῶτ’ εἴδη κύουσαν; β. Ἡράκλεις, ἀποκτενεῖς ἆρὰ μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν. α. εὖ λέγεις, ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης, λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν, ἢ σαφῶς πλακοῦντα φράζω σοι; β. πλακοῦντα βούλομαι. α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; β. οἶνον εἰπὲ συντεμών. α. λιβάδα νυμφαίαν δροσώδη; β. παραλιπὼν ὕδωρ φάθι. α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; β. σμύρναν εἰπέ, μὴ μακράν. α. μηδὲ τοιοῦτ’ ἄλλο μηδέν; β. μηδ’ ἐροῦ πάλιν λέγων, ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες, αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν πυκνά.