Kitap 10
68
‘τῷ δ’ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόρος μέτα πρεσβεύων Διόνυσος,’ φησὶν Ἴων ὁ Χῖος ἐν τοῖς ἐλεγείοις (fr. 1 B)· αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων· αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων, ἐξ οὗ βοτρυόεσσ’ οἰνὰς ὑποχθόνιον πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει αἰθέρος· ὀφθαλμῶν δ’ ἐξέθορον πυκινοὶ παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ’ ἄλλῳ, πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές. τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε· τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν. τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι, χαῖρε. δίδου δ’ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων, πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. Ἄμφις δ’ ἐν Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον (II 246 K)· κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα ὁρμᾶν προχείρως, ἣ δὲ διὰ τὸ μὴ σαφῶς τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν καὶ θερμόν.’