Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

71 καὶ Ἄλεξις δὲ ἐν Ὕπνῳ τοιούτους γρίφους προβάλλει (II 385 K)· οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τ’ ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν. Β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ’ αἰνίγμασι — Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν. Β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν; Α. ὕπνος, βροτείων, ὦ κόρη, παυστὴρ πόνων. Εὔβουλος δ’ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει, αὐτὸς καὶ ἐπιλύων αὐτούς (II 201 K)· ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων· ἓν δ’ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος. τί ἐστι τοῦτο; τί ἀπορεῖς; Β. Καλλίστρατος. Α. πρωκτὸς μὲν οὖν οὗτος. Β. σὺ δὲ ληρεῖς ἔχων. Α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος, ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς λεῖος. τί βούλει; πνευμάτων πολλῶν φύλαξ ... — ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων. ἰχνεύμων Αἰγύπτιος· τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει, ἔπειτ’ ἀφανίζει. διότι δ’ ἔστ᾽ ἀμφίστομος, κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων .. — οἶδ’ ἐγὼ ὃς νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων ᾖ, ἄπτερος ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει. πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι, ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν, δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. — ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός, εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό, ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον, ὧν οἳ μὲν μοίρας ἔλαχον βίου, οἳ δὲ πλανῶνται. αὐτὸ δ’ ἕκαστος ἔχων αὐτὸν, καλέω δὲ φυλάττειν. ταῦτα δ’ ὅτι κληρωτικὸν σημαίνει ὑμεῖς διακρίνατε, ἵνα μὴ πάντα παρὰ τοῦ Εὐβούλου λαμβάνωμεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi