Kitap 10
76
πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοί τινές εἰσιν οἷον· ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν. τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ’ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων (i. s. p. 322), ὅτι βάλοι ‘ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ.’ τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δ’ ἐν πέμπτῳ Νόμων (reip. p. 479 b) μνημονεύει· τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφ᾽ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν.
77
καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ ποιημάτων· ‘καρδίαν μὴ ἐσθίειν’ ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν. ‘πῦρ μαχαίρᾳ μὴ σκαλεύειν’ ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν· πῦρ γὰρ ὁ θυμός, ἡ δὲ ἔρις μάχαιρα. ‘ζυγὸν μὴ ὑπερβαίνειν’ ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ ἴσον. ‘λεωφόρους ὁδοὺς μὴ στείχειν’ ἀντὶ τοῦ γνώμῃ τῶν πολλῶν μὴ ἀκολουθεῖν· εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται· τὴν δ’ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. ‘μὴ καθῆσθαι ἐπὶ χοίνικα’ ἀντὶ τοῦ μὴ σκοπεῖν τὰ ἐφ’ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ προσδέχεσθαι. ‘ἀποδημοῦντα ἐπὶ τοῖς ὅροις μὴ ἐπιστρέφεσθαι·‘ ὅρια γὰρ καὶ πέρας ζωῆς ὁ θάνατος· τοῦτον οὖν οὐκ ἐᾷ μετὰ λύπης καὶ φροντίδος προσίεσθαι.