Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

83 εὐπορῆσαι καὶ ἄλλων γρίφων ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάις. φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ’ ἡ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης· κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε. πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου· φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς· ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα. Ἀντιφάνης δ’ ἐν Αὑτοῦ ἐρῶντί φησι· τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω. Ἀναξανδρίδης Αἰσχρᾷ· ἀρτίως διηρτάμηκε, καὶ ‘τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτῳ στέγᾳ’· Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων. Τιμοκλῆς δ’ ἐν Ἥρωσιν ὡς δ’ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα β. περιέργως γε, νὴ τὸν οὐρανὸν ἐξὸν φράσαι τράπεζα συντόμως. Πλάτων δ’ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν ὦ Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον, ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δ’ ἐλαύνων. λέγει δ’ Ἀφροδίτην καὶ Διόνυσον ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται καὶ ἀν’ αἰθέρα καὶ κατὰ πόντον ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi