Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 10

87 ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα. ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα. ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα. καὶ πάλιν ὁμοίως ἰαμβεῖα ἀγαθὸς ἀνήρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά. Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε · εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε. ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε. ὁμοίως καὶ ἰαμβεῖα εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε, ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε. Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η · ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη. ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη, ἴαμβοι· ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη. ἀπὸ τοῦ ī ἐπὶ τὸ ī Ὁμήρου· Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι. Ἱππόλοχος δὲ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι. ἀπὸ τοῦ ς εἰς τὸ ς συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς. σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς. ἀπὸ τοῦ ω εἰς τὸ ω · ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω. ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω. προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον· πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας. Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς. ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων. εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἶον· ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός, ὅλμος. μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος. μύλος. λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. λύρη. ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί · ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος, ἄρτος. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα, μῆλα. ἐπεὶ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi