Kitap 10
87
ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα· ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα (Il. 4.92). ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα (Il. 5.226). ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα (Il. 5.453). καὶ πάλιν ὁμοίως ἰαμβεῖα (com. IV 607 M)· ἀγαθὸς ἀνὴρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά. ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά. Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε· εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε (Il. 4.89). ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε (Il. 5.686). ὁμοίως καὶ ἰαμβεῖα (com. IV 608 M)· εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε. ἐπὶ τοῖς παροῦσι τὸν βίον .. διάπλεκε. Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η· ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη (Il. 5.133). ἣ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη (Il. 5.370). ἴαμβοι (com. IV 608 M)· ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη. ἀπὸ τοῦ ῑ ἐπὶ τὸ ῑ Ὁμήρου· Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι (Il. 6.60). Ἱππόλοχος δέ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι (206)· ἀπὸ τοῦ σ εἰς τὸ σ· συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς (Il. 1.90). σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς. ἀπὸ τοῦ ω εἰς τὸ ω· ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω (Il. 16.364). ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω. προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον (Il. 7.364).