Kitap 10
87
πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον (B 557. 628. 732)· Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας. Αἴας. Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς. Φυλεύς. ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἷον· ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. (Il. 8.202) ὅλμος. μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος. (Od. 17.580) μύλος. λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. (Od. 18.107) λύρη. ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί· ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος. (Il. 1.538) ἄρτος. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. (Il. 1.550) μῆλα.
88
ἐπεὶ δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει μὴ προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων (II 41 K)· οἴμοι περιπλοκὰς λίαν ἐρωτᾷς. Β. ἀλλ’ ἐγὼ σαφῶς φράσω· τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. Α. πότερά μοι γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἢ τί δύναται τὸ ῥηθέν; Β. ἔξω τις δότω ἱμάντα ταχέως. Α. οἷον οὐκ ἔγνων ἴσως· ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς· ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον. Β. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; Α. ἐγὼ κομιδῇ γε. Β. πῶς; Α. ἐνέχυρον ἀποφέροντά σου— Β. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί.
89
τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα, τὸν περὶ τῶν ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην (I 708 K) κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν πολλαῖσι παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον, περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.