Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

1 ἀγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον, ἑταῖρε Τιμόκρατες; συναχθέντων γὰρ ἡμῶν καθ’ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη· παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ᾽ Ἰθάκης ἐς πίονα δῆμον ᾽ ἡ τροφὸς καθημένῳ δηλονότι—οὕτως γὰρ ἐδείπνουν οἱ τότε τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής, παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς, τὸν ῥὰ οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε παυομένῳ δόρποιο· ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς δ’ οὖν μὴ διατρίβωμεν, ἀλλ’ ἤδη κατακλινώμεθα, ἵν’ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις ἅπασι προπίῃ.
2 ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως· ἀπὸ τράπεζαν εἷλεν ᾗ ποτήρια καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν. ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ , Ἀττικοί ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην. κἀν τῷ αὐτῷ δὲ ἔφη· πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ. καὶ Φερεκράτης ἐν Τυραννίδι· ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων, ὁ δὲ Ἀνακρέων ἔφη· οἰνοπότης δὲ πεποίημαι. ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· οἰνοποτάζων γὰρ εἴρηκε. καὶ Σαπφὼ δ’ ἐν τῷ β ἔφη· πολλὰ δ’ ἀνάριθμα ποτήρια κἀλέφαις. καὶ Ἀλκαῖος· ἐκ δὲ ποτήριον πώνης Διννομένῃ παρίσδων. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν β Ἀχαϊκῶν.
1 / 86 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi