Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

25 ΑΜΥΣΤΙΣ. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ’ οὕτω καὶ τὰ ποτήρια, ἀφ’ ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ἐφ᾽ ἓν πνεῦμα πιεῖν, ὡς ὁ κωμικὸς Πλάτων (I 654 K)· λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος· ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον ἔπινε κἀξημύστισεν. ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένον πρὸς ὠκύτητα χρόνου. ὡς Ἀμειψίας (I 676 K)· αὔλει μοι μέλος· σὺ δ’ ᾆδε πρὸς τήνδ᾽, ἐκπίομαι δ’ ἐγὼ τέως. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. Β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον, ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.
26 ΑΝΤΙΓΟΝΙΣ ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου ΣΕΛΕΥΚΙΣ καὶ ἀπὸ Προυσίου ΠΡΟΥΣΙΑΣ. ΑΝΑΦΑΙΑ ἡ θερμοποτὶς παρὰ Κρησίν. ΑΡΥΒΑΛΛΟΣ ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι (1094)· κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν. οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς (fr. 697 N)· κακῶς σὺ πρὸς θεῶν ὀλουμένη, ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας. ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις.
26 ΑΡΓΥΡΙΣ εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου. Ἀναξίλας (II 275 K)· καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.
27 ΒΑΤΙΑΚΙΟΝ, λαβρώνιος, τραγέλαφος, πρίστις, ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη. Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ ἐν ᾗ ταῦτα γέγραπται· ‘βατιάκαι ἀργυραῖ κατάχρυσοι τρεῖς. κόνδυα ἀργυρᾶ ροϚʹ· τούτων ἐπίχρυσα λγʹ. τισιγίτης ἀργυροῦς εἷς. μύστροι ἀργυροῖ κατάχρυσοι λβʹ. λαγυνοθήκη ἀργυρᾶ μία. οἰνοφόρον βαρβαρικὸν ἀργυροῦν ποικίλον ἕν. ἄλλα ποτήρια παντοδαπὰ μικρὰ κθʹ, ἄλλα ποτήρια μικρά ῥυτὰ καὶ βατιάκαι Λυκιουργεῖς ἐπίχρυσοι καὶ θυμιατήρια καὶ τρυβλία.’
27 ΒΗΣΣΑ ποτήριον παρ’ Ἀλεξανδρεῦσι πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi