Kitap 11
31
ΓΥΑΛΑΣ. Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 41 Bach) Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας. Παρθένιος δ᾽ ὁ τοῦ Διονυσίου ἐν αʹ περὶ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων ζητουμένων φησί· ‘γυάλας ποτηρίου εἶδος, ὡς Μαρσύας γράφει ὁ ἱερεὺς τοῦ Ἡρακλέους οὕτως (scr. Al. M. p. 45)· ‘ὅταν εἰσίῃ ὁ βασιλεὺς εἰς τὴν πόλιν, ὑπαντᾶν οἴνου πλήρη γυάλαν ἔχοντά τινα, τὸν δὲ λαβόντα σπένδειν’.’
32
ΔΕΙΝΟΣ. ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως (II 427 K)· ὅσα δ’ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν, γύναι δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά· Β. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει. Κλεάνθης δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα. Σέλευκος δ’ εἰπὼν ἐκπώματος εἶναι γένος τὸν δεῖνον παρατίθεται Στράττιδος ἐκ Μηδείας (I 720 K)· οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου; ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ. Ἀρχέδικος δ’ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι (III 276 K)· Νικοστράτην τιν’ ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι δεῖνόν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. Β. δεῖνον καὶ δεινόν, ὦ θεοί. ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι (I 797 K) παρίστησιν· οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί. Τελέσιλλα δὲ ἡ Ἀργεία (fr. 7 B4) καὶ τὴν ἅλω καλεῖ δῖνον. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλητᾶς φησιν ἐν Ἀτάκτοις (fr. 42).