Kitap 11
3
ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδὶ εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρἈριστοφάνει μὲν ἐν Γεωργοῖς· ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται. ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ. Εὔβουλος δ’ ἐν Λήδᾳ· ὡσπερεὶ σπονδὴν διδοὺς ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια. κἀν Ψαλτρίᾳ δ’ ἔφη· τὰ κυλικεῖα δὲ ἐξεῦρεν ἡμῖν. ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ· Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον Κρατῖνος δ’ ὁ νεώτερος ἐν Χείρωνι· πολλοστῷ δ’ ἔτει ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκω, συγγενεῖς καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις εἰς τὸ κυλικεῖον ἐνεγράφην, Ζεὺς ἔστι μοι ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ. ἄξιον