Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

33 ΔΕΠΑΣΤΡΟΝ. Σιληνὸς καὶ Κλείταρχος ἐν Γλώσσαις παρὰ Κλειτορίοις τὰ ποτήρια καλεῖσθαι. Ἀντίμαχος δ’ ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί (fr. 16 K)· πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε ῥεξέμεν· ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες· νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ χρυσείῃ προχόῳ. καὶ πάλιν (fr. 15)· ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα οἰσόντων χρύσεια, τά τ’ ἐν μεγάροισιν ἐμοῖσι κείαται. κἀν τοῖς ἑξῆς δέ φησι (fr. 17)· καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi