Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

47 κάνθαρος . ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι· ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους. Ἄλεξις δ’ ἐν Κρατείᾳ ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντος· εἶθ’ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ κάνθαρον· καταστρέφοντα, πλησίον δὲ κείμενον στρωματέα τε καὶ γύλιον αὐτοῦ. Εὔβουλος δ’ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν· ἐγὼ δὲ καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ τῆς οἰκίας καινὸν καπηλεῖον μέγα ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου, κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα ὀβολοῦ παραθεῖναὶ θ’ ὡς μέγιστον κάνθαρον. καὶ πάλιν ὁ δὲ κάνθαρος πάλαι κενὸς ξηραίνεται. καὶ ἔτι· ἅμα δὲ λαβοῦσ’ ἠφάνικε πηλίκον τινὰ οἴεσθε μέγεθος ἐγκρυφίαν μέγαν πάνυ, καὶ ξηρὸν ἐπόησ’ εὐθέως τὸν κάνθαρον. Ξέναρχος δ’ ἐν Πριάπῳ φησὶ τάδε· σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν, εἰς τὸ βαθὺ δ’ ἐπανάγωμεν· εἰς τὸν κάνθαρον, παιδάριον, ἔγχει, νὴ Δί᾽ εἰς τὸν κάνθαρον. Ἐπιγένης Ἡρωίνῃ· ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους, ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ καὶ γλαφυρὰ πάντες ὡσπερεὶ αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi