Kitap 11
44
Ἀπολλόδωρος δ’ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν (III 279 K)· ἐφεξῆς στρώματ᾽, ἀργυρώματα, θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια ἕτερα. Ἀριστοφῶν δ’ ἐν Φιλωνίδῃ (II 281 K)· τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν· οἶμαι, χρηστότητος οὕνεκα. εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως. Θεόφιλος δ’ ἐν Βοιωτίᾳ (II 473 K)· τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων, πῶς δοκεῖς, κεραννύει καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ ἄρας ἐνώμα. ἐν δὲ Προιτίσι (ib. 476)· καὶ κύλικα .... θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης. ΙΣΘΜΙΟΝ. Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.
45
ΚΑΔΟΣ. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος (fr. 17 B4)· ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον. Ἐπιγένης δ’ ἐν Μνηματίῳ φησίν (II 418 K)· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί· λουτήρι᾽— ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν; ὄψει γὰρ αὐτός. Β. βασιλέως υἱὸν λέγεις Καρῶν ἀφῖχθαι δηλαδὴ Πιξώδαρον. Ἡδύλος Ἐπιγράμμασι· πίνωμεν· καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος. ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε ‘παῖζε, Ἡδύλε’. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων. καὶ ἐν ἄλλῳ· ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτὸς πάλι Σωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις, εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον Σικελίδου παίζει πουλὺ μελιχρότερον, ἐστὶ δὲ δή, πολὺ δὴ στιβαρώτερος. ὡς δ᾽ ἐπιλάμπει ἡ χάρις, ὥστε φίλει καὶ γράφε καὶ μέθυε. Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ’ ἐν τῇ τρίτῃ (c. 20) ‘φοινικηίου, φησίν, οἴνου κάδον.’