Kitap 11
48
Σωσικράτης δὲ Φιλαδέλφοις ἐπὶ πλοίου, λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν αὔρα, κόρη Σκίρωνος, ἡσύχῳ ποδὶ προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον. Φρύνιχος Κωμασταῖς· εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους. Νικόστρατος Διαβόλῳ· ἡ ναῦς δὲ πότερον εἰκόσορὸς ἐστ’ ἢ κύκνος ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ’ ἔτι, αὐτὸς περανῶ τὰ πάντ᾽. β. ἀμέλει κυκνοκάνθαρος. ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος.ʼ Μένανδρος δὲ Ναυκλήρῳ· ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς ἐς καλὸν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. στρ. ποῖον; τὸ πλοῖον; α. οὐδὲν οἶσθας, ἄθλιε. καὶ μετ’ ὀλίγα· στρ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; α. ἔγωγε μὴν τὴν ναῦν ἐκείνην ἣν ἐπόησε Καλλικλῆς ὁ Καλύμνιος, Εὐφράνωρ δ’ ἐκυβέρνα Θούριος. πολέμων δ’ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησὶν Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεύς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας. ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα Φιλέταιρός φησιν ἐν Ἀχιλλεῖ· Πηλεὺς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ, ἀλλ’ οὐ τυράννου, νὴ Δί᾽. ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίδι.