Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

48 Σωσικράτης Φιλαδέλφοις (III 391 K)· λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν αὔρα, κόρη Σκείρωνος, ἡσύχῳ ποδὶ προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον. Φρύνιχος Κωμασταῖς (I 374 K)· εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους. Νικόστρατος Διαβόλῳ (II 222 K)· ἡ ναῦς δὲ πότερον εἰκόσορός ἐστ’ ἢ κύκνος ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ’ ἔτι, αὐτὸς περανῶ τὰ πάντ᾽. Β. ἀμέλει κυκνοκάνθαρος· ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος Μένανδρος δὲ Ναυκλήρῳ (fr. 348 K)· ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος (Eur. Tro. 1) Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς ἐς καλὸν τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. ΣΤΡ. ποῖον; τὸ πλοῖον; Α. οὐδὲν οἶσθας, ἄθλιε. καὶ μετ’ ὀλίγα· ΣΤΡ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μὴν κείνην ναῦν Καλλικλῆς ἐποίησε τὸν καλούμενον, Εὐφράνωρ δ᾽ ἐκυβέρνα Θούριος. Πολέμων δ’ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησίν (fr. 63 Pr)· ‘Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἵππυς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.’ ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα Φιλέταιρός φησιν ἐν Ἀχιλλεῖ (II 231 K)· Πηλεύς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως (Eur. Iph. A. 701), ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ, ἀλλ’ οὐ τυράννου, νὴ Δί᾽. ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίᾳ (ib. 36).

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi