Kitap 11
54
ΚΙΒΩΡΙΟΝ. Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι (FHG IV 417) τὸν ποιητὴν παρὰ Πρυτάνιδι δειπνοῦντα καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δοκοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων ὡς ἐξοινῶν καὶ μεθύων ἐνεούρησε. Δίδυμος δέ φησι (p. 75 Schm) ποτηρίου εἶδος εἶναι, καὶ τάχ’ ἂν εἴη τὰ λεγόμενα σκυφία διὰ τὸ κάτωθεν εἰς στενὸν συνῆχθαι ὡς τὰ Αἰγύπτια κιβώρια.
55
ΚΟΝΔΥ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι (fr. 293 K)· κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία. Ἵππαρχος Ἀνασῳζομένοις (III 272 K)· προσέχεις τι τούτῳ τῷ στρατιώτῃ τοῦ δε δειου ἀργύριον οὗτος οὐδαμόθεν, εὖ οἶδ’ ἐγώ, ἀλλ’ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον, Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς τῶν Περσικῶν — Β. εἰς κόρακας, ὦ μαστιγία. Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον. Νικόμαχος δ’ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί· ‘τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος (FHG III 54) ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς· διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ’ ἐν πρώτῳ Βοκχορηίδος· αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο νέκταρ ἐπ’ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.’ ΚΟΝΩΝΕΙΟΣ. Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως (FHG I 423)· ‘κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.’