Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

61 διάφοροι δὲ κύλικες γίνονται καὶ ἐν τῇ τοῦ συσσίτου ἡμῶν Ἀθηναίου πατρίδι Ναυκράτει. εἰσὶν γὰρ φιαλώδεις μέν, οὐ κατὰ τόρνον, ἀλλ’ ὥσπερ δακτύλῳ πεποιημέναι, καὶ ἔχουσιν ὦτα τέσσαρα, πυθμένα εἰς πλάτος ἐκτεταμένον πολλοὶ δ’ ἐν τῇ Ναυκράτει κεραμεῖς· ἀφ’ ὧν καὶ ἡ πλησίον τῶν κεραμείων πύλη Κεραμικὴ καλεῖται καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυραῖ. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες, ὧν μνημονεύει Ἕρμιππος ἐν Στρατιώταις· Χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. Γλαύκων δ’ ἐν ταῖς Γλώσσαις Κυπρίους φησὶ τὴν κοτύλην κύλικα καλεῖν. Ἑρμῶναξ δ’ ἐν Συνὠννμοις οὕτως γράφει· ἄλεισον ποτήριον, κύπελλον, ἄμφωτις, σκύφος, κύλιξ, κώθων, καρχήσιον, φιάλη Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι ἀντὶ τοῦ κύλικες παραγώγως κυλιχνίδας εἴρηκε διὰ τούτων· ἀλλ’ ὡς τάχιστα μέλανα δεῦρ’ ἀμνὸν φέρειν κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας. καὶ Ἀλκαῖος κυλίχνας ἐν τῷ , πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα. κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα, ποικίλαις. οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο πλέαις κὰκ κεφαλᾶς. καὶ ἐν τῷ δεκάτῳ· λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν, ὡς διαφόρων γινομένων καὶ ἐν Τέῳ κυλίκων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi