Kitap 11
61
διάφοροι δὲ κύλικες γίνονται καὶ ἐν τῇ τοῦ συσσίτου ἡμῶν Ἀθηναίου πατρίδι Ναυκράτει. εἰσὶν γὰρ φιαλώδεις μέν, οὐ κατὰ τόρνον, ἀλλ’ ὥσπερ δακτύλῳ πεποιημέναι, καὶ ἔχουσιν ὦτα τέσσαρα, πυθμένα εἰς πλάτος ἐκτεταμένον (πολλοὶ δ’ ἐν τῇ Ναυκράτει κεραμεῖς ἀφ’ ὧν καὶ ἡ πλησίον τῶν κεραμείων πύλη Κεραμικὴ καλεῖται) καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυραῖ. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες, ὧν μνημονεύει Ἕρμιππος ἐν Στρατιώταις (I 240 K)· Χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. Γλαύκων δ’ ἐν ταῖς Γλώσσαις Κυπρίους φησὶ τὴν κοτύλην κύλικα καλεῖν. Ἑρμῶναξ δ’ ἐν Συνωνύμοις οὕτως γράφει· ‘ἄλεισον, ποτήριον, κύπελλον, ἄμφωτις, σκύφος, κύλιξ, κώθων, καρχήσιον, φιάλη.’ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι ἀντὶ τοῦ κύλικες παραγώγως κυλιχνίδας εἴρηκε διὰ τούτων (fr. 14 N)· ἀλλ’ ὡς τάχιστα μέλανα δεῦρ’ ἀμνὸν φέρειν κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας. καὶ Ἀλκαῖος (fr. 41 B4)ἐν τῷ ..· πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα. κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, αιταποικιλλις. οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο πλέαις κὰκ κεφαλᾶς. καὶ ἐν τῷ δεκάτῳ (fr. 43)· λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν, ὡς διαφόρων γινομένων καὶ ἐν Τέῳ κυλίκων.