Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

62 Φερεκράτης Κοριαννοῖ (I 164 K)· ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι, ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν. Α. γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ. Β. εἰ λάβω κυρισοι τὴν κυλίσκην; Α. μηδαμῶς μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή, ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον. εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα. ὅτι δὲ μεγάλοις ποτηρίοις αἱ γυναῖκες ἐχρῶντο ὁ αὐτὸς εἴρηκε Φερεκράτης ἐν Τυραννίδι διὰ τούτων (ib. 187)· εἶτ’ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια πλατέα, τοίχους οὐκ ἔχοντ᾽, ἀλλ’ αὐτὸ τοὔδαφος μόνον, κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις· σφίσι δέ γ᾽ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας, γαστροιίδας, οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι αὔθ’ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι μὴ ᾽κπιεῖν ἀλλ’ ἢ μίαν. ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi