Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

65 κύπελλον. τοῦτο πότερόν ἐστιν ταὐτὸν τῷ ἀλείσῳ καὶ τῷ δέπαι καὶ μόνον ὀνόματι διαλλάσσει— τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδὸν ἢ διάφορος ἦν ὁ τύπος καὶ οὐχ ὥσπερ τὸ δέπας καὶ τὸ ἄλεισον ἀμφικύπελλον, οὕτω καὶ τοῦτο, κυφὸν δὲ μόνον; ἀπὸ γὰρ τῆς κυφότητος τὸ κύπελλον, ὥσπερ καὶ τὸ ἀμφικύπελλον ἢ ὅτι παραπλήσιον ἦν ταῖς πέλλαις, συνηγμένον μᾶλλον εἰς τὴν κυφότητα· ἢ ἀμφικύπελλα οἷον ἀμφίκυρτα ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ, φησὶ γὰρ καὶ ὁ ποιητής· ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν χρύσεον ἄμφωτον. Ἀντίμαχος δ’ ἐν ε Θηβαίδος· πᾶσιν δ’ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο. Σιληνὸς δέ φησι· κύπελλα ἐκπώματα σκύφοις ὅμοια, ὡς καὶ Νίκανδρος ὁ Κολοφώνιος κύπελλα δ’ ἔνειμε συβώτης.᾽ Εὔμολπος δὲ ποτηρίου γένος, ἀπὸ τοῦ κυφὸν εἶναι. Σιμάριστος δὲ τὸ δίωτον ποτήριον Κυπρίους, τὸ δὲ δίωτον καὶ τετράωτον Κρῆτας. Φιλίτας δὲ Συρακοσίους κύπελλα καλεῖν τὰ τῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα.
65 κύμβη. Φιλήμων ἐν ταῖς Ἀττικαῖς Φωναῖς κύλικος εἶδος. Ἀπολλόδωρος δ’ ἐν τῷ περὶ Ἐτυμολογιῶν Παφίους τὸ ποτήριον καλεῖν κύββα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi