Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

67 περὶ δὲ τοῦ κωθωνίζεσθαι καὶ ὅτι χρήσιμός ἐστι διὰ χρόνου ὁ κωθωνισμὸς Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῇ περὶ Κωθωνισμοῦ ἐπιστολῇ φησιν οὕτως· συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίγνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθ’ ἡμέραν συμποσίων ἐπιπόλαιοι δριμύτητες· ταύταις οὖν ἐστι τῶν μὲν πόρων οἰκειότατος ὁ διὰ τῆς οὐρήσεως, τῶν δὲ καθάρσεων ἡ διὰ τῶν κωθωνισμῶν πρέπει μάλιστα, κατανίζεται γὰρ τὸ σῶμα τοῖς οἴνοις· ὑγρὸν γὰρ καὶ θερμὸν ὁ οἶνος· τὸ δὲ ἀφ’ ἡμῶν διηθούμενον οὖρόν ἐστιν δριμύ, τὰ γοῦν ἱμάτια τούτῳ χρώμενοι ῥύμματι πλύνουσιν οἱ γναφεῖς. τρία δὲ παραφύλαττε ὅταν κωθωνίζῃ· μὴ πονηρὸν οἶνον πίνειν μηδὲ ἄκρατον μηδὲ τραγηματίζεσθαι ἐν τοῖς κωθωνισμοῖς. ὅταν δ’ ἱκανῶς ἔχῃς ἤδη, μὴ κοιμῶ πρὶν ἂν ἐμέσῃς πλέον ἢ ἔλαττον. εἶτα ἐὰν μὲν ἐμέσῃς ἱκανῶς, ἀναπαύου μικρόν· περιχεάμενος· ἐὰν δὲ μὴ δυνηθῇς ἱκανῶς κενῶσαι σαυτόν, πλείονι χρῆσαι τῷ λουτρῷ καὶ εἰς τὴν πύελον κατακλίθητι σφόδρα εἰς θερμὸν ὕδωρ. ʽΠολέμων δ’ ἐν πέμπτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησι· Διόνυσος τέλειος καθήμενος ἐπὶ πέτρας· ἐξ εὐωνύμων δ’ αὐτοῦ Σάτυρος φαλακρός, ἐν τῇ δεξιᾷ κώθωνα μόνωτον ῥαβδωτὸν κρατῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi