Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

68 λαβρωνία ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον. πλατὺ δ’ ἐστὶ τῇ κατασκευῇ καὶ μέγα· ἔχει δὲ καὶ ὦτα μεγάλα· εἴρηται δὲ καὶ ἀρσενικῶς ὁ λαβρώνιος, Μένανδρος Ἁλιεῖ· εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον, Περσικαὶ στολαὶ δὲ κεῖνται· πορφυρᾶ , τορεύματα ἔνδον ἔστ᾽, ἄνδρες, ποτήρἰ· ἄλλα τ’ ἀργυρώματα, κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνιοι. ἐν δὲ Φιλαδέλφοις· ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν. Ἵππαρχος δ’ ἐν Θαίδι· ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; β. Ἡράκλεις, ποτήριον χρυσοῦς διακοσίους ἄγον. α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου. Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί· πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. ἀνδραπόδι’ ἤδη ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε, ἐκπωμάτων δ’ ὀνόματα. β. πρὸς τῆς Ἑστίας. α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι. Δίδυμος δ’ ὅμοιον εἶναί φησιν αὐτὸ βομβυλιῷ ἢ βατιακίῳ.
69 Λάκαιναι κυλίκων εἶδος οὕτως λεγόμενον ἢ ἀπὸ τοῦ κεράμου, ὡς τὰ Ἀττικὰ σκεύη, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ, ὥσπερ αἱ Θηρίκλειαι λέγονται. Ἀριστοφάνης Δαιταλεῦσι· Συβαρίτιδὰς τ’ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν κυλίκων μεθ’ ἡδέων σπάσαι φίλων·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi