Kitap 11
68
ΛΑΒΡΩΝΙΑ ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον. πλατὺ δ’ ἐστὶ τῇ κατασκευῇ καὶ μέγα· ἔχει δὲ καὶ ὦτα μεγάλα. Μένανδρος Ἁλιεῖ (fr. 24 K)· εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον, Περσικαὶ στολαὶ δ’ ἐκεῖναι πορφυρᾶ τε στρώματα ἔνδον ἔστ᾽, ἄνδρες, ποτηρίδια τορεύματα κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια. ἐν δὲ Φιλαδέλφοις (fr. 503 K)· ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν. Ἵππαρχος δ’ ἐν Θαίδι (III 273 K)· ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; Β. Ἡράκλεις, ποτήριον χρυσοῦς διακοσίους ἄγον. Α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου. Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί (II 568 K)· πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. ἀνδραποδιον δὴ ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε, ἐκπωμάτων δ’ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας. Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι. Δίδυμος δ’ ὅμοιον εἶναί φησιν (p. 75 Schm) αὐτὸ βομβυλιῷ ἢ βατιακίῳ.
69
ΛΑΚΑΙΝΑΙ κυλίκων εἶδος οὕτως λεγόμενον ἢ ἀπὸ τοῦ κεράμου, ὡς τὰ Ἀττικὰ σκεύη, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ, ὥσπερ .... αἱ Θηρίκλειαι λέγονται. Ἀριστοφάνης Δαιταλεῦσι (I 446 K)· Συβαρίτιδάς τ’ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν κυλίκων μέθυ ἡδέως καὶ φίλως.