Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

73 μέλη. οὕτω καλεῖταί τινα ποτήρια ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις ; καὶ κατάχεον.
73 μετάνιπτρον ἡ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. ι Ἀντιφάνης Λαμπάδι· δαίμονος ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος. Δίφιλος Σαπφοῖ· Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, Ἀγαθοῦ δαίμονος ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ’ ἐν Κύκλωψι· καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας. Φιλέταιρος Ἀσκληπιῷ· ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα. Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι· σὺ δὲ τάνδε Βακχίαν εὔδροσον πλήρη μετανιπτρίδα δέξαι. πραΰ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν πάντας ἄγει. Ἀντιφάνης Λαμπάδι· τράπεζα φυστημινεις, ἅμα δ’ ἦν Δαίμονος ἀγαθοῦ μετάνιπτρον. Νικόστρατος Ἀντερώσῃ· μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
74 μαστὸς. Ἀπολλόδωρος ὁ Κυρηναῖος, ὡς Πάμφιλός φησι, Παφίους τὸ ποτήριον οὕτως καλεῖν.
74 μαθαλίδας Βλαῖσος ἐν Σατούρνῳ φησὶν ἑπτὰ μαθαλίδας ἐπίχεον ἁμὶν τῶ γλυκυτάτω. Πάμφιλος δέ φησι· μήποτε ἐκπώματός ἐστιν εἶδος, ἢ μέτρον οἷον κύαθος. Διόδωρος δὲ κύλικα ἀποδίδωσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi