Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

75 Μάνης ποτηρίου εἶδος. Νίκων Κιθαρῳδῷ· καὶ πάνυ τις εὐκαίρως προπίνω, φησί, σοί, πατριῶτα. μάνην δ’ ἔλαβε κεραμεοῦν ἁδρόν, χωροῦντα κοτύλας πέντ’ ἴσως. ἐδεξάμην. παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος καὶ Πάμφιλος. καλεῖται δὲ μάνης καὶ τὸ ἐπὶ τοῦ κοττάβου ἐφεστηκός, ἐφ’ οὗ τὰς λάταγας ἐν παιδιᾷ ἔπεμπον ὅπερ ὁ Σοφοκλῆς ἐν Σαλμωνεῖ ὁ χάλκειον ἔφη κάρα, λέγων οὕτως· τάδ’ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος· τῷ καλλικοτταβοῦντι νικητήρια τίθημι καὶ βαλόντι χάλκειον κάρα, Ἀντιφάνης Ἀφροδίτης Γοναῖς· ἐγὼ ᾽ πιδείξω καθ’ ἓν ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν β. πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; α. τοῦτ’ ἐστὶ πλάστιγξ—οὖτος ὁ κρατῶν γίνεται. β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; Ἕρμιππος Μοίραις· ῥάβδον δ’ ὄψει φησί τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ’ οὐδὲν λατάγων ἀίει· τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi