Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 11

85 Σωσίβιος δ’ ὁ λυτικὸς προθεὶς τὰ ἔπη· ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δὲ ὁ γέρων ἀμογητὶ ἄειρεν, γράφει κατὰ λέξιν ᾽ νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ ὅτι τοὺς μὲν λοιποὺς εἶπε μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. ἄλογον δ’ ἐδόκει Διομήδους καὶ Αἴαντος, ἔτι δ’ Ἀχιλλέως παρόντων εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. τούτων τοίνυν οὕτως κατηγορουμένων τῇ ἀναστροφῇ χρησάμενοι ἀπολύομεν τὸν ποιητήν. ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνερούμεν ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, ὁ δὲ Νέστωρ ἀπονητὶ ἄειρεν. νῦν οὖν οὕτω τεταγμένων ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βασιλεύς, λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ ὅτι ἀπείληφε. καὶ μετ’ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι εἰπόντες δεδωκέναι αὐτῷ τὰς ἡσυχίας εἶχον, ὁ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας ὁ βασιλεὺς καὶ κατιδὼν ἔφη καὶ αὐτὸς εἰληφέναι αὐτὸν οὕτωσ- ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος Σωσιγένους Βίωνος Ἀπολλωνίου· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν ᾽ ὦ θαυμάσιε λυτικέ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω καὶ τοῦ Σωσιγένους τὸ σω καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν καὶ τὴν τελευταίαν τοῦ Ἀπολλωνίου, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοίας. καὶ ταῦτ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς κατὰ τὸν θαυμάσιον Αἰσχύλον ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.᾽

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi