Kitap 11
89
ΠΑΝΑΘΗΝΑΙΚΟΝ. Ποσειδώνιος ὁ φιλόσοφος ἐν ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν (FHG III 264) ὡς οὕτω καλουμένων τινῶν ποτηρίων μέμνηται γράφων οὕτως· ‘ἦσαν δὲ καὶ ὀνύχινοι σκύφοι καὶ συνδέσεις τούτων μέχρι δικοτύλων· καὶ Παναθηναικὰ μέγιστα, τὰ μὲν δίχοα, τὰ δὲ καὶ μείζονα.’
89
ΠΡΟΑΡΟΝ κρατὴρ ξύλινος, εἰς ὃν τὸν οἶνον κιρνᾶσιν οἱ Ἀττικοί. ‘κοίλοις ἐν προάροις’ φησὶ Πάμφιλος.
90
ΠΕΛΙΚΑΙ. Καλλίστρατος ἐν Ὑπομνήμασι Θρᾳττῶν Κρατίνου (I 38 K) ἀποδίδωσι κύλικα. Κράτης δ’ ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου γράφει οὕτως (p. 64 W)· ‘οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. ὁ δὲ τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναικοῖς ἐοικώς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστερον δὲ ἔσχεν οἰνοχόης σχῆμα, οἷοί εἰσιν οἱ ἐν τῇ ἑορτῇ παρατιθέμενοι, ὁποίους δή ποτε ὄλπας ἐκάλουν, χρώμενοι πρὸς τὴν τοῦ οἴνου ἔγχυσιν, καθάπερ Ἴων ὁ Χῖος ἐν Εὐρυτίδαις φησίν (fr. 10 N)· ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις οἶνον ὑπερφίαλον κελαρύζετε. νυνὶ δὲ τὸ μὲν τοιοῦτον ἀγγεῖον καθιερωμένον τινὰ τρόπον ἐν τῇ ἑορτῇ παρατίθεται μόνον, τὸ δ’ ἐς τὴν χρείαν πῖπτον μετεσχημάτισται, ἀρυταίνῃ μάλιστα ἐοικός, ὃ δὴ καλοῦμεν χόα.’ τὴν δὲ ὄλπην Κλείταρχος Κορινθίους μέν φησι καὶ Βυζαντίους καὶ Κυπρίους τὴν λήκυθον ἀποδιδόναι, Θεσσαλοὺς δὲ τὴν πρόχοον. Σέλευκος δὲ πελίχναν Βοιωτοὺς μὲν τὴν κύλικα, Εὐφρόνιος δὲ ἐν Ὑπομνήμασι (fr. 107 Strecker) τοὺς χόας.