Kitap 11
91
ΠΕΛΛΑ ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἤμελγον τὸ γάλα. Ὅμηρος· Il. 16.641 ὡς ὅτε μυῖαι σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας. τοῦτο δὲ Ἱππῶναξ λέγει πελλίδα (fr. 38 B4)· ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτῇ κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε, δῆλον, οἶμαι, ποιῶν ὅτι ποτήριον μὲν οὐκ ἦν, δι’ ἀπορίαν δὲ κύλικος ἐχρῶντο τῇ πελλίδι. καὶ πάλιν (fr. 39)· ἐκ δὲ τῆς πέλλης ἔπινον, ἄλλοτ’ αὐτός, ἄλλοτ’ Ἀρήτη προὔπινεν. Φοῖνιξ δ’ ὁ Κολοφώνιος ἐν τοῖς Ἰάμβοις ἐπὶ φιάλης τίθησι τὴν λέξιν λέγων οὕτως (chol. p. 143)· Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος ... καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν. καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν (ibid)· ἐκ πελλίδος δὲ τάργανον κατηγυίης χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει, τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός. Κλείταρχος δὲ ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον. Φιλητᾶς δ’ ἐν Ἀτάκτοις (fr. 50 Bach) τὴν κύλικα Βοιωτούς.
92
ΠΕΝΤΑΠΛΟΑ. μνημονεύει αὐτῆς Φιλόχορος ἐν δευτέρᾳ Ἀτθίδος (FHG I 391). Ἀριστόδημος δ’ ἐν τρίτῳ περὶ Πινδάρου τοῖς Σκίροις φησὶν Ἀθήναζε ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου· τρέχειν δ’ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δ’ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς ἱεροῦ, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δ’ ἡ κύλιξ καλεῖται καθ’ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ. ΠΕΤΑΧΝΟΝ ποτήριον ἐκπέταλον, οὗ μνημονεύει Ἄλεξις ἐν Δρωπίδῃ· πρόκειται δὲ τὸ μαρτύριον (III p. 125f). μνημονεύει αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Δράμασι λέγων (I 466 K)· πάντες δ’ ἔνδον πεταχνοῦνται.